Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/82

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
28
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. λεʹ. λϛʹ.
λεʹ.

Ἵνα δὲ καὶ οἱ φιλοκαλώτεροι ἀπὸ τῆς τῶν ἄστρων διαθέσεως, ὑφ’ ᾗ ἐτέχθη, συμβάλλειν ἔχοιεν, ὅπως ὁ κλῆρος αὐτῷ τῆς αἱρέσεως οὐκ ἐν τελευταίοις ἔπιπτεν οὐδὲ ἐν μέσοις τισὶν, ἀλλ’ ἐν τοῖς πρωτίστοις, ἐξεθέμην αὐτῶν τὰ σχήματα, ὡς εἶχεν ἐν τῇ γενέσει.

☉ Κριῷ, μορίῳ ιϛʹ - κϛʹ
☾ Διδύμοις ιζʹ - κθʹ
♄ Ταύρῳ κδʹ - κγʹ
♃ Ταύρῳ κδʹ - μαʹ
♂ Τοξότῃ κθʹ - νʹ
♀ Ἰχθύσι κγʹ
☿ Ὑδροχόῳ δʹ - μβʹ
Ὡρόσκοπος Κριῷ ηʹ - ιθʹ
Μεσουράνημα Αἰγοκέρωτι δʹ - μβʹ
Ἀναβιβάζων Σκορπίῳ κδʹ - λγʹ
Προγενομένη σύνοδος Ὑδροχόῳ ηʹ - ναʹ


λϛʹ.

Ἐτελεύτησε δὲ τῷ δʹ καὶ κʹ καὶ ρʹ ἔτει ἀπὸ τῆς Ἰουλιανοῦ βασιλείας, ἄρχοντος Ἀθήνῃσι Νικαγόρου τοῦ νεωτέρου, μηνὸς κατὰ μὲν Ἀθηναίους Μουνυχιῶνος ιζʹ, κατὰ δὲ Ῥωμαίους Ἀπριλίου ιζʹ. Καὶ θεραπείας τὸ σῶμα ἠξιώθη κατὰ τὰ πάτρια τὰ Ἀθηναίων, καὶ ὡς αὐτὸς ἔτι περιὼν διετάξατο. Καὶ γὰρ αὖ καὶ τοῦτο ὑπῆρξεν τῷ μακαρίῳ ἀνδρὶ, εἴπερ τινὶ καὶ ἄλλῳ, γνῶσις καὶ ἐπιμέλεια τῶν δρωμένων περὶ τοὺς ἀποιχομένους. Οὐδένα γὰρ καιρὸν τῆς εἰωθυίας αὐτῶν θεραπείας παραλέλοιπεν, ἑκάστου δὲ ἔτους κατά τινας ὡρισμένας ἡμέρας, καὶ τὰ τῶν ἀττικῶν Ἡρώων περινοστῶν, τά τε τῶν φιλοσοφησάντων μνήματα, καὶ τῶν ἄλλων τῶν φίλων καὶ γνωρίμων αὐτῷ γεγονότων, ἔδρα τὰ νενομισμένα, οὐ δι’ ἑτέρου, ἀλλ’ αὐτὸς ἐνεργῶν. Μετὰ δὲ τὴν περὶ ἕκαστον θεραπείαν, ἀπιὼν εἰς τὴν Ἀκαδημίαν, τὰς τῶν προγόνων καὶ ὅλως τὰς ὁμογνίους ψυχὰς ἀφορισμένος ἐν τόπῳ τινὶ ἐξιλεοῦτο. Κοινῇ δὲ πάλιν ταῖς