Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/77

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
23
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. κηʹ. κθʹ.

τῆς τοῦ τρίποδος μαντικῆς ἐνεργείας ἐπειράθη, περί τε τῆς αὐτοῦ λήξεως στίχους ἐξέβαλεν. Ἔδοξε γὰρ ἔτος ἄγων τετταρακοστὸν ὄναρ λέγειν αὐτὸς ἔπη τοιαῦτα·

Ἔνθ’ ὑπερουρανίη πωτάσκεται ἄμβροτος αἴγλη.
Πηγαίης προθοροῦσα πυρισμαράγου θιασείης, —

καὶ δευτέρου δὲ ἔτους ἀρξάμενος ἐπὶ τοῖς τετταράκοντα, κεκραγὼς ἐδόκει λέγειν ταῦτα·

Ψυχή μοι πνείουσα πυρὸς μένος εἰλήλουθεν,
Καὶ νόον ἀμπετάσασα πρὸς αἰθέρα πυρσοέλικτος
Ὄρνυται, ἀθανάτης τε βρέμει πολυτειρέα κύκλα.

Καὶ πρὸς τοῖς εἰρημένοις, ὅτι τῆς Ἑρμαϊκῆς εἴη σειρᾶς σαφῶν ἐθεάσατο, καὶ ὅτι τὴν Νικομάχου τοῦ Πυθαγορείου ψυχὴν ἔχοι, ὄναρ ποτὲ ἐπίστευσεν.


κθʹ.

Καὶ πολλὰ ἄν τις ἔχοι λέγειν μηκύνειν ἐθέλων, καὶ τὰ τοῦ εὐδαίμονος ἐκείνου θεουργικὰ ἐνεργήματα ἀφηγούμενος. Ἑνὸς δὲ ἄλλου ἐκ τῶν μυρίων ἐπιμνησθήσομαι· θαῦμα γὰρ ὄντως καὶ ἀκοῦσαι. Καὶ Ἀσκληπιγένειά ποτε ἡ Ἀρχιάδου μὲν καὶ Πλουτάρχης θυγάτηρ, Θεαγένους δὲ τοῦ καθ’ ἡμᾶς εὐεργέτου γαμετὴ, ἔτι κόρη οὖσα καὶ ὑπὸ τοῖς πατράσι τρεφομένη, νόσῳ χαλεπῇ κατείχετο καὶ τοῖς ἰατροῖς ἰάσασθαι ἀδυνάτῳ. Ὁ δὲ Ἀρχιάδας ἐπ’ αὐτῇ μόνῃ τὰς ἐλπίδας ἔχων τοῦ γένους, ἤσχαλλε καὶ ὀδυνηρῶς διέκειτο, ὥσπερ ἦν εἰκός. Ἀπογιγνωσκόντων δὲ τῶν ἰατρῶν ἦλθεν, ὥσπερ εἰώθει ἐν τοῖς μεγίστοις, ἐπὶ τὴν ἐσχάτην ἄγκυραν, μᾶλλον δὲ ὡς ἐπὶ σωτῆρα ἀγαθὸν τὸν φιλόσοφον, καὶ λιπαρήσας αὐτὸν ἠξίου σπεύδοντα καὶ αὐτὸν εὔχεσθαι ὑπὲρ τῆς θυγατρός. Ὁ δὲ παραλαβὼν τὸν μέγαν Περικλέα τὸν ἐκ τῆς Λυδίας, ἄνδρα μάλα καὶ αὐτὸν φιλόσοφον, ἀνῄει εἰς το Ἀσκληπιεῖον προσευξόμενος τῷ θεῷ ὑπὲρ τῆς καμνούσης. Καὶ γὰρ ηὐτύχει τούτου ἡ πόλις τότε, καὶ εἶχεν ἔτι ἀπόρθητον τὸ τοῦ σωτῆρος ἱερόν. Εὐχομένου δὲ αὐτοῦ τὸν ἀρχαιότερον τρόπον, ἀθρόα μεταβολὴ περὶ τὴν κόρην ἐφαίνετο καὶ ῥᾳστώνη ἐξαίφνης ἐγίγνετο· ῥεῖα γὰρ ὁ σωτὴρ, ὥστε θεὸς, ἰᾶτο. Συμπληρωθέντων δὲ τῶν ἱερῶν, πρὸς