Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/72

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
18
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. κβʹ. κγʹ.

χευε, καὶ αὐτόπτης ἐγίνετο τῶν ἐκεῖ μακαρίων ὄντως θεαμάτων, οὐκ ἔτι μὲν διεξοδικῶς καὶ ἀποδεικτικῶς συλλογιζόμενος αὐτῶν τὴν ἐπιστήμην, ὥσπερ δὲ ὄψει, ἁπλαῖς ἐπιβολαῖς τῆς νοερὰς ἐνεργείας θεώμενος, τὰ ἐν τῷ θείῳ νῷ παραδείγματα καὶ ἀρετὴν προσλαμβάνων, ἣν οὐκ ἔτ’ ἄν τις φρόνησιν κυρίως ἐπονομάσειεν, σοφίαν δὲ μᾶλλον προσερεῖ, ἢ καί τινα σεμνοτέραν ταύτης ἐπωνυμίαν. Κατὰ ταύτην δὴ ἐνεργῶν ὁ φιλόσοφος, πᾶσαν μὲν θεολογίαν ἑλληνικήν τε καὶ βαρβαρικὴν καὶ τὴν μυθικοῖς πλάσμασιν ἐπισκιαζομένην κατεῖδέ τε ῥᾳδίως καὶ τοῖς ἐθέλουσί τε καὶ δυναμένοις συνέπεσθαι εἰς φῶς ἤγαγεν, ἐξηγούμενός τε πάντα ἐνθουσιαστικώτερον, καὶ εἰς συμφωνίαν ἄγων· πᾶσι δὲ τοῖς τῶν παλαιοτέρων συγγράμμασιν ἐπεξιὼν, ὅσον μὲν ἦν παρ’ αὐτοῖς γόνιμον, τοῦτο μετ’ ἐπικρίσεως εἰσεποιεῖτο, εἰ δέ τι ἀνεμιαῖον ηὕρισκε, τοῦτο πάντη ὡς μῶμον ἀπῳκονομεῖτο, τὰ δέ γε ὑπεναντίως ἔχοντα τοῖς καλῶς τεθεῖσι μετὰ πολλῆς βασάνου ἀγωνιστικῶς διήλεγχε, ἔν τε ταῖς συνουσίαις δυνατῶς ἅμα καὶ σαφῶς ἐπεξεργαζόμενος ἕκαστα, καὶ ἐν συγγράμμασιν ἅπαντα καταβαλλόμενος· φιλοπονίᾳ γὰρ ἀμέτρῳ χρησάμενος, ἐξηγεῖτο τῆς αὐτῆς ἡμέρας πέντε, ὁτὲ δὲ καὶ πλείους πράξεις, καὶ ἔγραφε στίχους τὰ πολλὰ ἀμφὶ τοὺς ἑπτακοσίους. Συνεγίγνετό τε καὶ τοῖς ἄλλοις φιλοσόφοις προϊὼν, καὶ ἀγράφους ἑσπερινὰς πάλιν ἐποιεῖτο συνουσίας· καὶ ταῦτα πάντα μετὰ τὴν νυκτερινὴν ἐκείνην καὶ ἄγρυπνον θρησκείαν, μετὰ τὸ προσκυνῆσαι ἥλιον ἀνίσχοντα, μεσουρανοῦντά τε καὶ ἐπὶ δύσιν ἰόντα.


κγʹ.

Πολλῶν δὲ καὶ αὐτὸς πατὴρ ἐγένετο δογμάτων, οὐ πρότερον ἐγνωσμένων, φυσικῶν τε καὶ νοερῶν καὶ τῶν ἔτι θειοτέρων. Πρῶτος γὰρ οὗτος ἐπέστησεν, ὅτι γένος ἐστὶ ψυχῶν δυναμένων πολλὰ ἅμα εἴδη θεωρεῖν, ὃ δὴ καὶ μέσον ἤδη εἰκότως ἐτίθετο τοῦ τε νοῦ τοῦ ἀθρόως καὶ κετὰ μίαν ἐπιβολὴν ἅπαντα προνοοῦντος, καὶ τῶν καθ’ ἓν εἶδος τὴν μετάβασιν ποιουμένων ψυχῶν. Ἔξεστι δὲ τῷ βουλομένῳ καὶ τοῖς ἄλλοις αὐτοῦ γεννήμασι ἐντυχεῖν,