Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/71

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
17
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. κʹ. καʹ. κβʹ.

καὶ τῶν Ὀρφικῶν ἐπῶν τὰ πλεῖστα· καὶ γὰρ ταῦτά ἐστιν ὅτε παρόντες ἀνεγιγνώσκομεν. Καὶ οὐχὶ πρὸς μόνα τὰ σωματικὰ πάθη οὕτως ἀπαθῶς διέκειτο ἀλλ’ ἔτι μειζόνως, καὶ πρὸς τὰ ἔξωθεν περιστατικῶς ἐπισυμβαίνοντα, καὶ τὰ δοκοῦντα παραλόγως γίγνεσθαι· ὥστε καὶ λέγειν ἐφ’ ἑκάστοις τῶν συμπιπτόντων· „Ταῦτα τοιαῦτ’ ἐστὶ, ταῦτα εἰωθότα ἐστίν.“ Ὅπερ ἐμοὶ ἐδόκει ἀπόφθεγμα μνήμης ἄξιον εἶναι, καὶ τῆς τοῦ φιλοσόφου μεγαλοψυχίας ἱκανὸν τεκμήριον. Καὶ τὸν θυμὸν δὲ, καθ’ ὅσον οἷόν τε ἦν, ἐκόλαζεν, ὥστε ἢ μὴ κινεῖσθαι τὸ παράπαν, ἢ μὴ τὴν λογικήν εἶναι ψυχὴν τὴν συνοργιζομένην, ἑτέρου δὲ εἶναι τὸ προαίρετον, καὶ τοῦτο δὲ ὀλίγον καὶ ἀσθενές. Ἀφροδισίων δὲ αὐτῷ φυσικῶν μετῆν, ὅσον οἶμαι μέχρι φαντασίας χωρεῖν, προπετοῦς παὶ ταύτης.


καʹ.

Καὶ οὕτως ἐκ πάντων ἑαυτὴν συνάγουσα καὶ ἀθροίζουσα πρὸς ἑαυτὴν ἡ τοῦ μακαρίου ἀνδρός ψυχὴ, ἀφίστατο σχεδὸν τοῦ σώματος, ἔτι ὑπ’ αὐτοῦ κατέχεσθαι δοκοῦσα. Ἦν γὰρ αὐτῇ τὸ φρονεῖν, οὐκέτι, οἷον τὸ πολιτικὸν, τὸ πράττει εὖ περὶ τὰ ἐνδεχόμενα· καὶ ἄλλως ἔχειν, αὐτὸ δὲ καθ’ αὐτὸ εἰλικρινὲς τὸ νοεῖν, καὶ το πρὸς ἑαυτήν ἐστράφθαι, μηδαμοῦ συνδοξάζειν τῷ σώματι· τὸ δὲ σωφρονεῖν, τὸ μὴ συγγίγνεσθαι τῷ χείρονι, μηδὲ μετριοπαθεῖν, πάντη δὲ καὶ πάντως ἀπαθεῖν· ἀνδρίζεσθαι δὲ, τὸ μὴ φοβεῖσθαι αὐτὴν ἀφισταμένην τοῦ σώματος. Λόγου δὲ καὶ νοῦ ἡγουμένων ἐν αὐτῷ, τῶν δὲ χειρόνων μηκέτι ἀντιτεινόντων, καθαρτικῇ δικαιοσύνῃ κεκόσμητο αὐτοῦ ἡ σύμπασα ζωή.


κβʹ.

Ἔκ δὴ τῆς τοιαύτης ἰδέας τῶν ἀρετῶν ἀπολύτως καὶ εὐηνίως καὶ οἱονεὶ κατὰ βαθμόν τινα τελεστικὸν προκόπτων, ἐπὶ τώς μείζους καὶ ὑπὲρ ταύτας ἀνέτρεχε, φύσει τε δεξιᾷ καὶ ἀγωγῇ ἐπιστημονικῇ ποδηγετούμενος. Ἤδη γὰρ κεκαθαρμένος καὶ τῆς γενέσεως ὑπερανέχων, καὶ τῶν ἐν αὐτῇ ναρθηκυφόρων ὑπερορῶν, περὶ τα πρῶτα ἐβάκ-