Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/70

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
16
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. ιθʹ. κʹ.

γεύετο καὶ τούτων ὁσίας χάριν. Τὰς δὲ Μητρῳακὰς παρὰ Ῥωμαίοις ἢ καὶ πρότερόν ποτε παρὰ Φρυξὶ σπουδασθείσας καστείας ἑκάστου μηνὸς ἥγνευεν, καὶ τὰς παρ’ Αἰγυπτίοις δὲ ἀποφράδας ἐφύλαττε μᾶλλον ἢ αὐτοὶ ἐκεῖνοι, καὶ ἰδικώτερον δέ τινας ἐνήστευεν ἡμέρας ἐξ ἐπιφανείας. Πᾶσαν γὰρ ἔνην καὶ νέαν τοῦ μηνὸς μηδὲ προδειπνήσας ἠσίτει, ὥσπερ δὴ τὰς νουμηνίας λαμπρῶς ἐπετέλει καὶ ἱεροπρεπῶς, καὶ τὰς παρὰ πᾶσι δὲ, ὡς εἰπεῖν, ἐπισήμους ἑορτὰς, καὶ τὰ παρ’ ἑκάστοις πάτρια, δρῶν ἐνθέσμως διετέλεσε, καὶ οὐδὲ ταύτας ὥσπερ ἕτεροι πρόφασιν ἐποιεῖτο ἀναπαύλης τινὸς ἢ καὶ πληρώσεως τοῦ σώματος, ἐντυχιῶν δὲ ἀγρύπνων καὶ ὑμνῳδίας καὶ τῶν ὁμοίων· δηλοῖ δὲ ἡ τῶν ὕμνων αὐτοῦ πραγματεία, οὐ τῶν παρὰ τοῖς Ἕλλησι μόνον τιμηθέντων ἐγκώμια περιέχουσα, ἀλλὰ καὶ Μάρναν Γαζαῖον ὑμνοῦσα, καὶ Ἀσκληπιὸν Λεοντοῦχον, Ἀσκαλωνίτην, καὶ Θυανδρίτην ἄλλον Ἀραβίοις πολυτίμητον θεὸν, καὶ Ἴσιν τὴν κατὰ τὰς Φίλας ἔτι τιμωμένην, καὶ τοὺς ἄλλους ἁπλῶς ἅπαντας. Καὶ γὰρ πρόχειρον ἐκεῖνο εἶχεν ἀεὶ καὶ ἔλεγεν ὁ θεοσεβέστατος ἀνὴρ, ὅτι τὸν φιλόσοφον προσήκει οὐ μιᾶς τινὸς πόλεως, οὐδὲ τῶν παρ’ ἐνίοις πατρίων εἶναι θεραπευτὴν, κοινῇ δὲ τοῦ ὅλου κόσμου ἱεροφάντην. Καὶ οὕτω μὲν αὐτῷ καθαρτικῶς καὶ ἱεροπρεπῶς παρεσκεύαστο τὰ τῆς ἐγκρατείας.


κʹ.

Τὰς δὲ ἀλγηδόνας ἀφῄρει, ἢ καὶ προσπιπτούσας ποτὲ πρᾴως ἔφερε, καὶ ἐλάττους ἐποίει τὸ μὴ τὸ ἄριστον ἑαυτῷ συμπάσχειν. Τὸ δὲ πρὸς ταύτας αὐτοῦ τῆς ψυχῆς παράστημα ἱκανῶς ἐδήλωσε καὶ ἡ τελευταία νόσος. Πιεζόμενος γάρ ὑπὸ ταύτης καὶ περιωδυνίαις συνεχόμενος, ἐκκρούειν ἐπειρᾶτο τὰς ἀλγηδόνας, Παρεκελεύετο οὖν ἡμῖν ἑκάστοτε ὕμνους λέγειν, καὶ λεγομένων τῶν ὕμνων, πᾶσα εἰρήνη τῶν παθών ἐγίγνετο καὶ ἀταραξία. Καὶ ὅ γ’ ἔτι τούτου παραδοξότερον, ὅτι καὶ μνήμην εἶχε τῶν λεγομένων, καίτοι τῶν ἀνθρωπίνων σχεδὸν ἁπάντων ἐπιλελησμένος, ἐπιβρισάσης αὐτῷ τῆς παρέσεως. Ἀρχομένων γὰρ ἡμῶν ὑμνεῖν, ἐκεῖνος ἀνεπλήρου τοὺς ὕμνους