Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/68

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
14
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. ιϛʹ. ιζʹ.

ῥᾳδίως, καὶ ὀστράκου περιστροφῇ κήρινον ἀπεδείκνυ τὸν θυμόν. Ἐν τούτῳ γὰρ, ὡς εἰπεῖν, ἐπέπληττε, καὶ ἐπὶ τὸ εὐεργετεῖν. αὐτοὺς ἐκείνους καὶ ὑπὲρ αὐτῶν παρακαλεῖν τοὺς ἄρχοντας ὑπὸ συμπαθείας ἐφέρετο.


ιζʹ.

Εὖ δὲ ὅτι μοι καὶ το τῆς συμπαθείας αὐτοῦ ἴδιον ἐπὶ νοῦν ἦλθεν. Τοσαύτην γὰρ οἶμαι ἐν μηδενὶ ἄλλῳ ἀνθρώπων ἱστορῆσθαι. Γάμων τε γὰρ ἢ παίδων οὐδεπώποτε πεῖραν λαβὼν, διὰ τὸ μηδὲ αὐτὸς ἑλέσθαι, καίτοι πολλῶν προταθέντων αὐτῷ γάμων γένει τε καὶ πλούτῳ ὑπερεχόντων, τούτων ἁπάντων, ὡς ἔφην, ἐλεύθερος γενόμενος, οὕτως ἐκήδετο τῶν ἑταίρων καὶ φίλων ἁπάντων καὶ τῶν τούτοις προσηκόντων παίδων τε καὶ γυναικῶν, ὡς κοινός τις πατὴρ καὶ αἴτιος αὐτοῖς τοῦ εἶναι γενόμενος· παντοδαπῶς γὰρ καὶ τοῦ βίου ἑκάστων ἐπεμελεῖτο. Εἰ δέ ποτέ τις τῶν γνωρίμων νόσῳ κατείχετο, πρῶτον μὲν τοὺς θεοὺς λιπαρῶς ἱκέτευεν ὑπὲρ αὐτοῦ ἔργοις τε καὶ ὕμνοις, ἔπειτα τῷ κάμνοντι παρῆν ἐπιμελέστατα, καὶ τοὺς ἰατροὺς συνῆγεν, ἐπείγων τὰ ἀπὸ τῆς τέχνης ἀμελλητὶ πράττει. Καί τι καὶ αὐτὸς ἐν τούτοις περιττότερον εἰσηγεῖτο, καὶ πολλοὺς ἤδη ἐκ τῶν μεγίστων κινδύνων οὕτως ἐῤῥύσατο. Ὅσον δὲ ἦν αὐτοῦ καὶ τὸ περὶ τοὺς ἐπιτηδειοτέρους τῶν οἰκετῶν φιλάνθρωπον, ἔνεστι τῷ βουλομένῳ καταμαθεῖν ἐν τῆς διαθήκης τοῦ μακαρίου ἀνδρός. Ἐκ πάντων δὲ μάλιστα τῶν γνωρίμων τὸν Ἀρχιάδαν ἐφίλει, καὶ τοὺς ἐκείνῳ γένει προσήκοντας, προηγουμένως μὲν διὰ τὴν τοῦ φιλοσόφου Πλουτάρχου διαδοχὴν τοῦ γένους, ἔπειτα δὲ καὶ διὰ τὴν Πυθαγόρειον φιλίαν, ἣν πρὸς τὸν Ἀρχιάδαν ἐστήσατο, συμφοιτητὴς, αὐτοῦ γενόμενος ἅμα καὶ διδάσκαλος. Τῶν γὰρ δύο εἰδῶν καὶ σπανίως ἐν τοῖς ἄνω ἱστορημένων φιλιῶν, ἡ τούτων ἔδοξεν εἶναι σπουδαιοτέρα. Οὐδὲν γὰρ ἦν Ἀρχιάδας, ὃ μὴ Πρόκλος βούλοιτο; οὐδ’ ἔμπαλιν οὗτος ὃ μὴ καὶ Ἀρχιάδας.