Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/59

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
5
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. δʹ. εʹ. ϛʹ.

τῆς φυσικῆς ταύτης ἐπιτηδειότητος, ἣν οὐκ ἄλλην τινὰ ἀρετὴν, ἀνδρείαν δὲ μόνην προσήκει καλεῖν. Ἐκ δὲ τούτων αὐτῶν δῆλον ἤδη που καὶ παντὶ καὶ τῷ μὴ πειρασθέντι τῆς ἐκείνου εὐφυΐας, ὡς εὐθὺς ἐκ νέου δικαιοσύνην τε ἠγάπα, καὶ δίκαιος τε ἦν καὶ ἥμερος, καὶ οὐδαμῶς δυσκοινώτητος ἢ δυσξύμβολος ἢ ὅλως ἄδικος· ἐπείπερ κόσμιος καὶ οὐ φιλοχρήματος, οὐδὲ ἀνελεύθερος, οὐδὲ ἀλαζὼν, ἢ δειλὸς ἡμῶν ἐφάνη τὴν φύσιν.


εʹ.

Τὸ δὲ δὴ εὐμαθὲς αὐτοῦ καὶ γόνιμον τῆς ψυχῆς μὴ καὶ περιττὸν ᾖ ἐγκαταλέγειν, καὶ μάλιστα πρὸς τοὺς ἰδόντας ἢ καὶ ἀκούσαντας, ὅσων μὲν ἐγκύμων ἐγένετο παγκάλων μαθημάτων, ὅσα δὲ αὐτὸς ἀπέτεκε καὶ εἰς φῶς τοῖς ἀνθρώποις ἐξέδωκε, καὶ ὅτι μόνος οὗτος οὐδὲν τοῦ πόματος τῆς λήθης ἐδόκει πεπωκέναι. Μνημονικὴν δὲ ἔχων δύναμιν, οὐδαμῆ ἐδυσχέραινεν, οὐδὲ τὸ τῶν ἐπιλανθανομένων πάθος ὑπέμενεν, ἑαυτὸν δὲ ἀπεδέχετο ὡς καθεκτικῶς ἔχοντα τῶν μαθημάτων, καὶ τὴν περὶ ταύτα πρᾶξιν μόνην ἠσπάζετο. Πόῤῥω δὲ ἦν καὶ τῆς ἀμούσου καὶ τραχυτέρας φύσεως, συγγενῶς δὲ εἶχε πρὸς τὰ ἀμείνω· καὶ γὰρ διὰ τὸ ἐν ταῖς κοιναῖς συνουσίαις καὶ ταῖς ἱεραῖς αὐτοῦ ἑστιάσεσι, καὶ ταῖς ἄλλαις δὲ πράξεσιν ἀστεῖόν τε καὶ εὔχαρι, καὶ ταῦτα δὲ οὐκ ἔξω τοῦ σεμνοῦ, τοῖς συνόντας ἀεὶ ἐπήγετο, καὶ εὐθυμοτέρους ἀπέπεμπεν.


ϛʹ.

Τούτοις δὴ ἅπασι καὶ τοῖς ἄλλοις φυσικοῖς ἀγαθοῖς ἐξ ἀρχῆς αὐτὸν συµπεφυκότα, τίκτει μὲν Μάρκελλα μήτηρ Πατρικίῳ κατὰ νόμον συναρμοσθεῖσα. Λύκιοι δὲ οὗτοι ἄμφω γένει τε καὶ ἀρετῇ ὑπερφέροντες. Ὑποδέχεται δὲ αὐτὸν καὶ οἱονεὶ μαιεύεται ἡ τοῦ Βυζαντίου πολιοῦχος, ἥτις τότε μὲν αὐτῷ τοῦ εἶναι γέγονεν αἰτία, τεχθέντι κατὰ τὴν αὐτῆς πόλιν, χρόνω δὲ ὕστερον, καὶ τοῦ καλῶς εἶναι προὐνοήσατο, ἡνίκα εἰς παῖδας ἤδη καὶ μειρακίσκους ἐτέλει. Αὕτη γὰρ αὐτῷ ὄναρ φαινομένη, ἐπὶ φιλοσοφίαν παρεκάλει. Ὅθεν, οἶμαι, αὐτῷ συνέβη