Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/55

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.


ΜΑΡΙΝΟΥ ΝΕΑΠΟΛΙΤΟΥ
ΠΡΟΚΛΟΣ
Η ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ.


αʹ.


Εἰ μὲν εἰς τὸ μέγεθος τῆς ψυχῆς ἢ τὴν ἄλλην ἀξίαν ἔβλεπον τοῦ καθ’ ἡμᾶς γεγονότος φιλοσόφου Πρόκλου, ἔτι δὲ εἰς τὴν παρασκευὴν καὶ τὴν ἐν τῷ λέγειν δύναμιν τῶν ἀναγράφειν ὀφειλόντων τὸν ἐκείνου βίον, παὶ πρὸς τούτοις ἑώρων τὴν ἐμὴν ἐν τοῖς λόγοις οὐδένειαν, καλῶς ἂν ἔχειν ἐδοξέ µοι ἡσυχίαν ἄγειν, καὶ μὴ (τὸ λεγόμενον) ὑπὲρ τὰ ἐσκαμμένα ἅλλεσθαι, καὶ τοιοῦτον ἐκ τοῦ λέγειν ἀναῤῥιπτεῖν κίνδυνον. Νυνὶ δὲ οὐ ταύτῃ παραμετρῶν τὸ ἡμέτερον, ἐνθυμούμενος δὲ, ὅτι κἀν τοῖς ἱεροῖς οἱ τοῖς βωμοῖς προσιόντες οὐκ ἐκ τῶν ἴσων ἕκαστοι τὰς ἁγιστείας ποιοῦνται, ἀλλ’ οἱ μὲν διὰ ταύρων ἢ αἰγῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπιτηδείους ἑαυτοὺς παρασκευάζουσι πρὸς τὴν μετουσίαν τῶν θεῶν ὧν οἱ βωμοὶ, καὶ δὴ καὶ τοὺς ὕμνους κομψότερον ἐργάζονται τοὺς μὲν ἐν µέτρῳ, τοὺς δὲ καὶ ἄνευ μέτρου, ἕτεροι δὲ τούτων μὲν οὐδὲν ἔχοντες προσάγειν, πόπανον δὲ µόνον καὶ χόνδρον, εἰ τύχοι, λιβανωτοῦ θύοντες, καὶ βραχεῖ δέ τινι προσρήµατι τὰς ἐπικλήσεις ποιούµενοι, οὐδὲν ἧττον ἐκείνων εὐηκοΐας ἀπολαύουσι· ταῦτα λογιζόµενος, καὶ προσέτι δεδιὼς κατ’ Ἴβυκον μή τι, οὐ παρὰ θεοῖς, ὥς που ἐκεῖνος ἔφη, παρὰ δὲ ἀνδρὶ σοφῷ ἁμπλακὼν, τιμὰν πρὸς ἀνθρώπων ἀμείψω (δέδοικα γὰρ μὴ οὐδὲ ὅσιον ᾖ μόνον ἐμὲ τῶν ὁμιλητῶν σιωπᾷν, καὶ μὴ τὰ ἀληθῆ περὶ αὐτοῦ κατὰ δύναμιν ἱστορεῖν, καίτοι πρὸ τῶν ἄλλων ἴσως ὀφείλοντα φθέγγεσθαι)· τάχα δὲ οὐδὲ τὴν παρὰ τῶν ἀνθρώπων τιμὴν ἀμείψω (οὐ γὰρ πάντως οἰήσονταί µε τὴν αὐθάδειαν εὐλαβούμενον, δι’ ἀργίαν δέ


Α