Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΠΑΡΡΗΣΙΑΔΗΣ
Θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.
ΔΙΟΓΕΝΗΣ
Νὴ Δί’, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως.
ΠΑΡΡΗΣΙΑΔΗΣ
49 Ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκιστρον κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν;
ΕΛΕΓΧΟΣ
Ὁ Πλατωνικὸς εἶναι λέγων.
ΠΑΡΡΗΣΙΑΔΗΣ
Καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον ; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν;
ΠΛΑΤΩΝ
50 Ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπ’ ἄλλον καθείσθω.
ΠΑΡΡΗΣΙΑΔΗΣ
Καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε;
ΕΛΕΓΧΟΣ
Ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν.
74