Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἤδη ἐστὶν· ἔψαυσεν εἴληπται· ἀνασπάσωμεν. Καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· ἔλεγχε, συνεπιλαβοῦ τῆς ὁρμιᾶς.

ελεγχοσ

Ἄνω ἐστί. Φέρ’ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε. Ἡράκλεις τῶν ὀδόντων. Τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δί’ ἔπιεν. τουτὶ κενόν σοι τὸ ἄγκιστρον ἡ δ’ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ.

παρρησιαδησ

Ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπ’ ἄλλους δελεάσωμεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ;

διογενησ

Οὐδαμῶς.

παρρησιαδησ

Τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύ’ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην.

διογενησ

Πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.