Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

καὶ ἱκετευτέος, θεραπευτέος δὲ καὶ ὁ οἰκονόμος, οὗτος μὲν κατ’ ἄλλον θεραπείας τρόπον οὐκ ἀμελητέος δὲ οὐδὲ ὁ σύμβουλος καὶ φίλος. καὶ τὸ ληφθὲν ἤδη προωφείλετο ἱματιοκαπήλῳ ἢ ἰατρῷ ἢ σκυτοτόμῳ τινί. ἄδωρα οὖν σοι τὰ δῶρα καὶ ἀνόνητα.

39  Πολὺς δὲ ὁ φθόνος, καί που καὶ διαβολή τις ἠρέμα ὑπεξανίσταται πρὸς ἄνδρα ἤδη τοὺς κατὰ σοῦ λόγους ἡδέως ἐνδεχόμενον· ὁρᾷ γὰρ ἤδη σὲ μὲν ὑπὸ τῶν συνεχῶν πόνων ἐκτετρυχωμένον καὶ πρὸς τὴν θεραπείαν σκάζοντα καὶ ἀπηυδηκότα, τὴν ποδάγραν δὲ ὑπανιοῦσαν. ὅλως γὰρ ὅπερ ἦν νοστιμώτατον ἐν σοὶ ἀπανθισάμενος καὶ τὸ ἐγκαρπότατον τῆς ἡλικίας καὶ τὸ ἀκμαιότατον τοῦ σώματος ἐπιτρίψας καὶ ῥάκος σε πολυσχιδὲς ἐργασάμενος ἤδη περιβλέπει, σὲ μὲν οἷ τῆς κόπρου ἀπορρίψει φέρων, ἄλλον δὲ ὅπως τῶν δυναμένων τοὺς πόνους καρτερεῖν προσλήψεται. καὶ ἤτοι μειράκιον αὐτοῦ ὅτι ἐπείρασάς ποτε ἢ τῆς γυναικὸς ἅβραν παρθένον γέρων ἀνὴρ διαφθείρεις ἢ ἄλλο τι τοιοῦτον ἐπικληθείς, νύκτωρ ἐγκεκαλυμμένος ἐπὶ τράχηλον ὠσθεὶς ἐξελήλυθας, ἔρημος ἁπάντων καὶ ἄπορος, τὴν βελτίστην ποδάγραν αὐτῷ γήρᾳ παραλαβών, καὶ ἃ μὲν τέως ᾔδεις ἀπομαθὼν ἐν τοσούτῳ χρόνῳ, θυλάκου δὲ μείζω τὴν γαστέρα ἐργασάμενος, ἀπλήρωτόν τι καὶ ἀπαραίτητον κακόν. καὶ γὰρ ὁ λαιμὸς ἀπαιτεῖ τὰ ἐκ τοῦ ἔθους καὶ ἀπομανθάνων αὐτὰ ἀγανακτεῖ.

474