Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

τῷ φορείῳ ἑπομένους· ἓν γάρ τι καὶ τοῦτο τῶν ἄλλων καλλωπισμάτων αὐταῖς δοκεῖ, ἢν λέγηται ὡς πεπαιδευμέναι τὲ εἰσιν καὶ φιλόσοφοι καὶ ποιοῦσιν ᾁσματα οὐ πολὺ τῆς Σαπφοῦς ἀποδέοντα — διὰ δὴ ταῦτα μισθωτοὺς καὶ αὗται περιάγονται ῥήτορας καὶ γραμματικοὺς καὶ φιλοσόφους, ἀκροῶνται δ’ αὐτῶν — πηνίκα; γελοῖον γὰρ καὶ τοῦτο — ἤτοι μεταξὺ κομμούμεναι καὶ τὰς κόμας παραπλεκόμεναι ἢ παρὰ τὸ δεῖπνον· ἄλλοτε γὰρ οὐκ ἄγουσι σχολήν. πολλάκις δὲ καὶ μεταξὺ τοῦ φιλοσόφου τι διεξιόντος ἡ ἅβρα προσελθοῦσα ὤρεξε παρὰ τοῦ μοιχοῦ γραμμάτιον, οἱ δὲ περὶ σωφροσύνης ἐκεῖνοι λόγοι ἑστᾶσι περιμένοντες, ἔστ’ ἂν ἐκείνη ἀντιγράψασα τῷ μοιχῷ ἐπαναδράμῃ πρὸς τὴν ἀκρόασιν.

37 Ἐπειδὰν δέ ποτε διὰ μακροῦ τοῦ χρόνου Κρονίων ἢ Παναθηναίων ἐπιστάντων πέμπηταὶ τί σοι ἐφεστρίδιον ἄθλιον ἢ χιτώνιον ὑπόσαθρον, ἐνταῦθα μάλιστα πολλὴν δεῖ καὶ μεγάλην γενέσθαι τὴν πομπήν. καὶ ὁ μὲν πρῶτος εὐθὺς ἔτι σκεπτομένου παρακούσας τοῦ δεσπότου προδραμὼν καὶ προμηνύσας ἀπέρχεται μισθὸν οὐκ ὀλίγον τῆς ἀγγελίας προλαβών. ἕωθεν δὲ τρισκαίδεκα ἥκουσιν κομίζοντες, ἕκαστος ὡς πολλὰ εἶπε καὶ ὡς ὑπέμνησε καὶ ὡς ἐπιτραπεὶς τὸ κάλλιον ἐπελέξατο διεξιών. ἅπαντες δ’ οὖν ἀπαλλάττονται λαβόντες, ἔτι καὶ βρενθυόμενοι ὅτι μὴ πλείω ἔδωκας.

38  Ὁ μὲν γὰρ μισθὸς αὐτὸς κατὰ δυ’ ὀβολοὺς ἢ τέτταρας, καὶ βαρὺς αἰτῶν σὺ καὶ ὀχληρὸς δοκεῖς. ἵνα δ’ οὖν λάβῃς, κολακευτέος μὲν αὐτὸς

472