Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἡδίων αὐτὸς αὑτοῦ εἶναι θέλῃ· σκυθρωπὸς γὰρ αὐτῷ δοκῶ. Καὶ ὅλως οὐκ ἔχω ὅπως ἁρμόσωμαι πρὸς αὐτόν. ἢν μὲν γὰρ ἐπὶ τοῦ σεμνοῦ φυλάττω ἐμαυτόν, ἀηδὴς ἔδοξα καὶ μονονουχὶ φευκτέος· ἢν δὲ μειδιάσω καὶ ῥυθμίσω τὸ πρόσωπον εἰς τὸ ἥδιστον, κατεφρόνησεν εὐθὺς καὶ διέπτυσεν, καὶ τὸ πρᾶγμα ὅμοιον δοκεῖ ὥσπερ ἂν εἴ τις κωμῳδίαν ὑποκρίναιτο τραγικὸν προσωπεῖον περικείμενος. τὸ δ’ ὅλον, τίνα ἄλλον ὁ μάταιος ἐμαυτῷ βιώσομαι βίον τὸν παρόντα τοῦτον ἄλλῳ βεβιωκώς;

31  Ἔτι σου ταῦτα διαλογιζομένου ὁ κώδων ἤχησεν, καὶ χρὴ τῶν ὁμοίων ἔχεσθαι καὶ περινοστεῖν καὶ ἑστάναι, ὑπαλείψαντά γε πρότερον τοὺς βουβῶνας καὶ τὰς ἰγνύας, εἰ θέλεις διαρκέσαι πρὸς τὸν ἆθλον. εἶτα δεῖπνον ὅμοιον καὶ εἰς τὴν αὐτὴν ὥραν περιηγμένον. καί σοι τὰ τῆς διαίτης πρὸς τὸν πάλαι βίον ἀντίστροφα, καὶ ἡ ἀγρυπνία δὲ καὶ ὁ ἱδρὼς καὶ ὁ κάματος ἠρέμα ἤδη ὑπορύττουσιν, ἢ φθόην ἢ περιπνευμονίαν ἢ κώλου ἄλγημα ἢ τὴν καλὴν ποδάγραν ἀναπλάττοντες. ἀντέχεις δὲ ὅμως, καὶ πολλάκις κατακεῖσθαι δέον, οὐδὲ τοῦτο συγκεχώρηται· σκῆψις γὰρ ἡ νόσος καὶ φυγὴ τῶν καθηκόντων ἔδοξεν. ὥστ’ ἐξ ἁπάντων ὠχρὸς ἀεὶ καὶ ὅσον οὐδέπω τεθνηξομένῳ ἔοικας.

32  Καὶ τὰ μὲν ἐν τῇ πόλει ταῦτα. ἢν δέ που καὶ ἀποδημῆσαι δέῃ, τὰ μὲν ἄλλα ἐῶ· ὕοντος δὲ πολλάκις ὕστατος ἐλθὼν — τοιοῦτο γάρ σοι ἀποκεκλήρωται καὶ τὸ ζεῦγος — περιμένεις ἔστ’ ἂν οὐκέτ’ οὔσης καταγωγῆς τῷ μαγείρῳ σε ἢ τῷ τῆς δεσποίνης κομμωτῇ συμπαραβύσωσιν, οὐδὲ τῶν φρυγάνων δαψιλῶς ὑποβαλόντες.

464