Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΠΑΡΙΣ

Οὐδέν, ὦ Ἀφροδίτη· νῦν δὲ ἡδέως ἂν ἀκούσαιμί σου τὰ πάντα διηγουμένης.

ΑΦΡΟΔΙΤΗ

14  Αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφʼ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος.

ΠΑΡΙΣ

Ποία δὲ τὴν ὄψιν ἐστί;

ΑΦΡΟΔΙΤΗ

Λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφʼ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος. οὐ μὴν ἀλλʼ ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους. εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον.

ΠΑΡΙΣ

Πῶς φής; τὸν τῆς γεγαμημένης;

ΑΦΡΟΔΙΤΗ

Νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν.

ΠΑΡΙΣ

Πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.

ΑΦΡΟΔΙΤΗ

15  Σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη. τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον, ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.

404