εἰσιὼν ἐπήκουσα, καί μοι ἐδοκεῖτε εἰς καλὸν διατεθήσεσθαι τὴν διατριβήν.»
«Τί δʼ ἄλλο,» εἶπεν ὁ Εὐκράτης, «ἢ τουτονὶ τὸν ἀδαμάντινον πείθομεν» — δείξας ἐμέ — «ἡγεῖσθαι δαίμονάς τινας εἶναι καὶ φάσματα καὶ νεκρῶν ψυχὰς περιπολεῖν ὑπὲρ γῆς καὶ φαίνεσθαι οἷς ἂν ἐθέλωσιν.» ἐγὼ μὲν οὖν ἠρυθρίασα καὶ κάτω ἔνευσα αἰδεσθεὶς τὸν Ἀρίγνωτον. ὁ δὲ, «Ὅρα,» ἔφη, «ὦ Εὔκρατες, μὴ τοῦτό φησιν Τυχιάδης, τὰς τῶν βιαίως ἀποθανόντων μόνας ψυχὰς περινοστεῖν, οἷον εἴ τις ἀπήγξατο ἢ ἀπετμήθη τὴν κεφαλὴν ἢ ἀνεσκολοπίσθη ἢ ἄλλῳ γέ τῳ τρόπῳ τοιούτῳ ἀπῆλθεν ἐκ τοῦ βίου, τὰς δὲ τῶν κατὰ μοῖραν ἀποθανόντων οὐκέτι· ἢν γὰρ τοῦτο λέγῃ, οὐ πάνυ ἀπόβλητα φήσει.» «Μὰ Δίʼ,» ἦ δʼ ὃς ὁ Δεινόμαχος, «ἀλλʼ οὐδὲ ὅλως εἶναι τὰ τοιαῦτα οὐδὲ συνεστῶτα ὁρᾶσθαι οἴεται.»
30 «Πῶς λέγεις,» ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, δριμὺ ἀπιδὼν εἰς ἐμέ, «οὐδέν σοι τούτων γίγνεσθαι δοκεῖ, καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων;» «Ἀπολόγησαι,» ἦν δʼ ἐγώ, «ὑπὲρ ἐμοῦ, εἰ μὴ πιστεύω, διότι μηδὲ ὁρῶ μόνος τῶν ἄλλων· εἰ δὲ ἑώρων, καὶ ἐπίστευον ἂν δηλαδὴ ὥσπερ ὑμεῖς.» «Ἀλλά,» ἦ δʼ ὅς, «ἤν ποτε εἰς Κόρινθον ἔλθῃς, ἐροῦ ἔνθα ἐστὶν ἡ Εὐβατίδου οἰκία, καὶ ἐπειδάν σοι δειχθῇ παρὰ τὸ Κράνειον, παρελθὼν εἰς αὐτὴν λέγε πρὸς τὸν θυρωρὸν Τίβειον ὡς ἐθέλοις