Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΦΙΛΟΨΕΥΔΗΣ Η ΑΠΙΣΤΩΝ
ΤΥΧΙΑΔΗΣ

1  Ἔχεις μοι, ὦ Φιλόκλεις, εἰπεῖν τί ποτε ἄρα ἐστὶν ὃ πολλοὺς εἰς ἐπιθυμίαν τοῦ ψεύδους προάγεται, ὡς αὐτούς τε χαίρειν μηδὲν ὑγιὲς λέγοντας καὶ τοῖς τὰ τοιαῦτα διεξιοῦσιν μάλιστα προσέχειν τὸν νοῦν;

ΦΙΛΟΚΛΗΣ

Πολλά, ὦ Τυχιάδη, ἐστὶν ἃ τοὺς ἀνθρώπους ἐνίους ἀναγκάζει τὰ ψευδῆ λέγειν εἰς τὸ χρήσιμον ἀποβλέποντας.

ΤΥΧΙΑΔΗΣ

Οὐδὲν πρὸς ἔπος ταῦτα, φασίν, οὐ γὰρ περὶ τούτων ἠρόμην ὁπόσοι τῆς χρείας ἕνεκα ψεύδονται· συγγνωστοὶ γὰρ οὗτοί γε, μᾶλλον δὲ καὶ ἐπαίνου τινὲς αὐτῶν ἄξιοι, ὁπόσοι ἢ πολεμίους ἐξηπάτησαν ἢ ἐπὶ σωτηρίᾳ τῷ τοιούτῳ φαρμάκῳ ἐχρήσαντο ἐν τοῖς δεινοῖς, οἷα πολλὰ καὶ ὁ Ὀδυσσεὺς ἐποίει τήν τε αὑτοῦ ψυχὴν ἀρνύμενος καὶ τὸν νόστον τῶν ἑταίρων. ἀλλὰ περὶ ἐκείνων, ὦ ἄριστε, φημὶ οἳ αὐτὸ ἄνευ τῆς χρείας τὸ ψεῦδος πρὸ πολλοῦ τῆς ἀληθείας τίθενται, ἡδόμενοι τῷ πράγματι καὶ ἐνδιατρίβοντες ἐπʼ οὐδεμιᾷ προφάσει ἀναγκαίᾳ. τούτους οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ τοῦτο ποιοῦσιν.

320