Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΣΙΜΩΝ

Τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν;

ΤΥΧΙΑΔΗΣ

Τὸ παρατρέχειν.

ΣΙΜΩΝ

Τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν;

ΤΥΧΙΑΔΗΣ

Τὸ παριππεύειν.

ΣΙΜΩΝ

Τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν;

ΤΥΧΙΑΔΗΣ

Τὸ παρακοντίζειν.

ΣΙΜΩΝ

Οὐκοῦν ὁμοίως ἂν ἕλοιο καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν;

ΤΥΧΙΑΔΗΣ

Ὁμολογεῖν ἀνάγκη. καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετʼ ἄριστον μαθησόμενος τὴν τέχνην. σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι. φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ πρῶτα φιλεῖν τῶν τέκνων.

316