Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὅ τι ἂν οἱ ἄνθρωποι οἴωνται περὶ αὐτοῦ, ῥήτορας δὲ καὶ φιλοσόφους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιόν ἐστιν, ὑπʼ ἀργυρίου. καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός. οἵ γε μὴν ῥήτορες, καὶ ὃ δεινότερόν ἐστιν, καὶ οἱ φιλοσοφεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαιμόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκιμούντων φιλοσόφων — περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν; — ὁ μὲν δικάζων δίκην δώροις ἐπʼ αὐτῇ ἑάλω, ὁ δὲ παρὰ βασιλέως ὑπὲρ τοῦ συνεῖναι μισθὸν αἰτεῖ καὶ οὐκ αἰσχύνεται ὅτι πρεσβύτης ἀνὴρ διὰ τοῦτο ἀποδημεῖ καὶ μισθοφορεῖ καθάπερ Ἰνδὸς ἢ Σκύθης αἰχμάλωτος, καὶ οὐδὲ αὐτὸ τὸ ὄνομα αἰσχύνεται ὃ λαμβάνει.

53  Εὕροις δʼ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας. ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων· οὔτε γὰρ ὀργίζεται διʼ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη· καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δὲ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας. λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο

304