Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

τοῦτο τέλος χαριέστερον. ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότε εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον. ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε. πῶς οὖν λέγει; πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκις λεγομένων· «δαιτυμόνες καθήμενοι ἑξείης·» καί·

παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν.

11  Ὅ γε μὴν Ἐπίκουρος σφόδρα ἀναισχύντως ὑφελόμενος τὸ τῆς παρασιτικῆς τέλος τῆς καθʼ αὑτὸν εὐδαιμονίας τέλος αὐτὸ ποιεῖ. καὶ ὅτι κλοπὴ τὸ πρᾶγμά ἐστιν καὶ οὐδὲν Ἐπικούρῳ μέλει τὸ ἡδύ, ἀλλὰ τῷ παρασίτῳ, οὕτω μάθοις ἄν. ἔγωγε ἡγοῦμαι τὸ ἡδὺ πρῶτον μὲν τὸ τῆς σαρκὸς ἀόχλητον, ἔπειτα τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι. τούτων τοίνυν ὁ μὲν παράσιτος ἑκατέρων τυγχάνει, ὁ δὲ Ἐπίκουρος οὐδὲ θατέρου· ὁ γὰρ ζητῶν περὶ σχήματος γῆς καὶ κόσμων ἀπειρίας καὶ μεγέθους ἡλίου καὶ ἀποστημάτων καὶ πρώτων στοιχείων καὶ περὶ θεῶν, εἴτε εἰσὶν εἴτε οὐκ εἰσί, καὶ περὶ αὐτοῦ τοῦ τέλους ἀεὶ πολεμῶν καὶ διαφερόμενος πρός τινας οὐ μόνον ἐν ἀνθρωπίναις, ἀλλὰ καὶ ἐν

258