[…] πρῶτον μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων; αὐτὰ μέντοι ταῦτα καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων·
ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι.
ᾧ δὴ καὶ μείζων ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν.
5 Τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν διʼ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρʼ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ;
Καὶ μάλα.
Τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαι οἴει;