Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΣΙΜΩΝ
Καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.
ΤΥΧΙΑΔΗΣ
3 Ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.
ΣΙΜΩΝ
Τίνα μήν;
ΤΥΧΙΑΔΗΣ
Εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἰατρική, παρασιτική.
ΣΙΜΩΝ
Ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.
ΤΥΧΙΑΔΗΣ
Οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, ἀληθῆ δέ, διοίσει.
ΣΙΜΩΝ
Ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν αὐτῆς.
244