Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΠΕΡΙ ΠΑΡΑΣΙΤΟΥ ΟΤΙ ΤΕΧΝΗ Η ΠΑΡΑΣΙΤΙΚΗ
ΤΥΧΙΑΔΗΣ

1  Τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης;

ΣΙΜΩΝ

Πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.

ΤΥΧΙΑΔΗΣ

Ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν;

ΣΙΜΩΝ

Μὰ Δία.

ΤΥΧΙΑΔΗΣ

Τί δέ, ἰατρικήν;

ΣΙΜΩΝ

Οὐδὲ ταύτην.

ΤΥΧΙΑΔΗΣ

Ἀλλὰ γεωμετρίαν;

ΣΙΜΩΝ

Οὐδαμῶς.

236