Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἐνέτριψα αὐτῷ χαλεπαίνων ὑπὲρ σοῦ, καὶ μάλισθ’ ὅτε καὶ ἄλλον ἐπεκαλέσατο μάρτυρα τῶν ὁμοίων καὶ ἄλλον ταὐτὰ καὶ λόγοις διηγουμένους. πρὸς δὴ ταῦτα, ὦγαθέ, ταμιεύου τἀργύριον καὶ φύλαττε, ὡς οἴκοι καὶ κατὰ πολλὴν ἀσφάλειαν ταῦτα ποιεῖν καὶ πάσχειν ἔχῃς. ὥστε μὲν γὰρ μηκέτι ἐργάζεσθαι τίς ἂν μεταπείσειέ σε; οὐδὲ γὰρ κύων 26  ἅπαξ παύσαιτ’ ἂν σκυτοτραγεῖν μαθοῦσα. τὸ δ’ ἕτερον ῥᾴδιον, τὸ μηκέτι ὠνεῖσθαι βιβλία. ἱκανῶς πεπαίδευσαι, ἅλις σοι τῆς σοφίας. μόνον οὐκ ἐπ’ ἄκρου τοῦ χείλους ἔχεις τὰ παλαιὰ πάντα. πᾶσαν μὲν ἱστορίαν οἶσθα, πάσας δὲ λόγων τέχνας καὶ κάλλη αὐτῶν καὶ κακίας καὶ ὀνομάτων χρῆσιν τῶν Ἀττικῶν· πάνσοφόν τι χρῆμα καὶ ἄκρον ἐν παιδείᾳ γεγένησαι διὰ τὸ πλῆθος τῶν βιβλίων. κωλύει γὰρ οὐδὲν κἀμέ σοι ἐνδιατρίβειν, ἐπειδὴ χαίρεις ἐξαπατώμενος.

27  Ἡδέως δ’ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μάλιστα ἀναγιγνώσκεις αὐτῶν; τὰ Πλάτωνος; τὰ Ἀντισθένους; τὰ Ἀρχιλόχου; τὰ Ἱππώνακτος; ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες δὲ μάλιστά σοι διὰ χειρός; εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τιμάρχου λόγον ἀναγιγνώσκεις; ἢ ἐκεῖνά γε πάντα οἶσθα καὶ γιγνώσκεις αὐτῶν ἕκαστον, τὸν δὲ Ἀριστοφάνην καὶ τὸν Εὔπολιν ὑποδέδυκας; ἀνέγνως καὶ τοὺς Βάπτας, τὸ δρᾶμα ὅλον; εἶτ’ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδ’ ἠρυθρίασας γνωρίσας αὐτά; τοῦτο γοῦν καὶ μάλιστα θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν ἔχων ἅπτῃ

206