Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

σκεπόμενος βιβλίῳ; ἀλλ’ οὐ δυνατὸν προδώσει γάρ σε καὶ ἀποκαλύψει τὰ ἄλλα ὑμῶν γνωρίσματα.

24  Τὸ δ’ ὅλον ἀγνοεῖν μοι δοκεῖς ὅτι τὰς ἀγαθὰς ἐλπίδας οὐ παρὰ τῶν βιβλιοκαπήλων δεῖ ζητεῖν, ἀλλὰ παρ’ αὑτοῦ καὶ τοῦ καθ’ ἡμέραν βίου λαμβάνειν. σὺ δ’ οἴει συνήγορον κοινὸν καὶ μάρτυρα ἔσεσθαί σοι τὸν Ἀττικὸν καὶ Καλλῖνον τοὺς βιβλιογράφους; οὔκ, ἀλλ’ ὠμούς τινας ἀνθρώπους ἐπιτρίψοντάς σε, ἢν οἱ θεοὶ ἐθέλωσι, καὶ πρὸς ἔσχατον πενίας συνελάσοντας· δέον ἔτι νῦν σωφρονήσαντα ἀποδόσθαι μέν τινι τῶν πεπαιδευμένων τὰ βιβλία ταῦτα καὶ σὺν αὐτοῖς τὴν νεόκτιστον ταύτην οἰκίαν, ἀποδοῦναι δὲ τοῖς ἀνδραποδοκαπήλοις μέρος γοῦν ἀπὸ πολλῶν τῶν ὀφειλομένων.

25  Καὶ γὰρ κἀκεῖνα· περὶ δύο ταῦτα δεινῶς ἐσπούδακας, βιβλίων τε τῶν πολυτελῶν κτῆσιν καὶ μειρακίων τῶν ἐξώρων καὶ ἤδη καρτερῶν ὠνήν, καὶ τὸ πρᾶγμά σοι πάνυ σπουδάζεται καὶ θηρεύεται. ἀδύνατον δὲ πένητα ὄντα πρὸς ἄμφω διαρκεῖν. σκόπει τοίνυν ὡς ἱερὸν χρῆμα συμβουλή. ἀξιῶ γάρ σε ἀφέμενον τῶν μηδὲν προσηκόντων τὴν ἑτέραν νόσον θεραπεύειν καὶ τοὺς ὑπηρέτας ἐκείνους ὠνεῖσθαι, ὅπως μὴ ἐπιλειπόντων σε τῶν οἴκοθεν μεταστέλλοιό τινας τῶν ἐλευθέρων, οἷς ἀκίνδυνον ἀπελθοῦσιν, ἢν μὴ λάβωσιν ἅπαντα, ἐξαγορεῦσαι τὰ πραχθέντα ὑμῖν μετὰ τὸν πότον, οἷα καὶ πρῴην αἴσχιστα περὶ σοῦ διηγεῖτο ἐξελθὼν ὁ πόρνος, ἔτι καὶ δήγματα ἐπιδεικνύς. ἀλλ’ ἔγωγε καὶ μάρτυρας ἂν παρασχοίμην τοὺς τότε παρόντας ὡς ἠγανάκτησα καὶ ὀλίγου πληγὰς

204