Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN

λον ἂν ἤλπισα ἢ τὸν Διάλογον τοιαῦτα ἐρεῖν περὶ ἐμοῦ, ὃν παραλαβὼν ἐγὼ σκυθρωπὸν ἔτι τοῖς πολλοῖς δοκοῦντα καὶ ὑπὸ τῶν συνεχῶν ἐρωτήσεων κατεσκληκότα, καὶ ταύτῃ αἰδέσιμον μὲν εἶναι δοκοῦντα, οὐ πάντῃ δὲ ἡδὺν οὐδὲ τοῖς πλήθεσι κεχαρισμένον, πρῶτον μὲν αὐτὸν ἐπὶ γῆς βαίνειν εἴθισα εἰς τὸν ἀνθρώπινον τοῦτον τρόπον, μετὰ δὲ τὸν αὐχμὸν τὸν πολὺν ἀποπλύνας καὶ μειδιᾶν καταναγκάσας ἡδίω τοῖς ὁρῶσι παρεσκεύασα, ἐπὶ πᾶσι δὲ τὴν κωμῳδίαν αὐτῷ παρέζευξα, καὶ κατὰ τοῦτο πολλὴν οἱ μηχανώμενος τὴν εὔνοιαν παρὰ τῶν ἀκουόντων, οἳ τέως τὰς ἀκάνθας τὰς ἐν αὐτῷ δεδιότες λαβεῖν αὐτὸν ἐφυλάττοντο.

Ἀλλ’ ἐγὼ οἶδ’ ὅπερ μάλιστα λυπεῖ αὐτόν, ὅτι μὴ τὰ γλίσχρα ἐκεῖνα καὶ λεπτὰ κάθημαι πρὸς αὐτὸν σμικρολογούμενος, εἰ ἀθάνατος ἡ ψυχή, καὶ πόσας κοτύλας ὁ θεὸς ὁπότε τὸν κόσμον εἰργάσατο τῆς ἀμιγοῦς καὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας ἐνέχεεν εἰς τὸν κρατῆρα ἐν ᾧ τὰ πάντα ἐκεράννυτο, καὶ εἰ ἡ Ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, κολακείας τὸ τέταρτον. χαίρει γὰρ οὐκ οἶδ’ ὅπως τὰ τοιαῦτα λεπτολογῶν καθάπερ οἱ τὴν ψώραν ἡδέως κνώμενοι, καὶ τὸ φρόντισμα ἡδὺ αὐτῷ δοκεῖ καὶ μέγα φρονεῖ ἢν λέγηται ὡς οὐ παντὸς ἀνδρός ἐστι συνιδεῖν ἃ περὶ τῶν ἰδεῶν ὀξυδορκεῖ.

Ταῦτα δηλαδὴ καὶ παρ᾽ ἐμοῦ ἀπαιτεῖ καὶ τὰ πτερὰ ἐκεῖνα ζητεῖ καὶ ἄνω βλέπει τὰ πρὸ τοῖν

148