Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ρεις. τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατ’ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθ’ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι.

ΦΙΛΟΣΟΦΟΣ

Ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν.

ΑΛΛΟΣ

Νὴ Δία, μαστιγωθέντα γε πρότερον.

ΑΛΛΟΣ

Πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω.

ΑΛΛΟΣ

Τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω.

ΣΩΚΡΑΤΗΣ

Σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ;

ΕΜΠΕΔΟΚΛΗΣ

Εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν.

ΠΛΑΤΩΝ

Καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα

λακιστὸν ἐν πέτραισιν·εὑρέσθαι μόρον,

ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.

ΠΑΡΡΗΣΙΑΔΗΣ

3  Μηδαμῶς· ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου.

4