25 Ἀλλ’ ἡ μὲν Γραφικὴ πάρεστιν, ὦ Δίκη, ὁ Πύρρων δὲ οὐδὲ τὴν ἀρχὴν ἀνελήλυθεν, καὶ ἐῴκει τοῦτο πράξειν.
Διὰ τί, ὦ Ἑρμῆ;
Ὅτι οὐδὲν ἡγεῖται κριτήριον ἀληθὲς εἶναι.
Τοιγαροῦν ἐρήμην αὐτοῦ καταδικασάτωσαν. τὸν λογογράφον ἤδη κάλει τὸν Σύρον. καίτοι πρῴην ἀπηνέχθησαν κατ’ αὐτοῦ αἱ γραφαί, καὶ οὐδὲν ἤπειγεν ἤδη κεκρίσθαι. πλὴν ἀλλ’ ἐπεὶ ἔδοξεν, προτέραν εἰσάγαγε τῆς Ῥητορικῆς τὴν δίκην. βαβαί, ὅσοι συνεληλύθασιν ἐπὶ τὴν ἀκρόασιν.
Εἰκότως, ὦ Δίκη· τό τε γὰρ μὴ ἕωλον εἶναι τὴν κρίσιν, ἀλλὰ καινὴν καὶ ξένην, χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην, καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι Ῥητορικῆς μὲν καὶ Διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπήγαγε τῷ δικαστηρίῳ. πλὴν ἀλλὰ ἄρξαι ποτέ, ὦ Ῥητορική, τῶν λόγων.
26 Πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρ’ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθ’ ὅπερ ἐστὶ μάλιστα δίκαιον, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, τὸν μὲν ἀντίδικον σιωπᾶν