Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΕΠΙΚΟΥΡΟΣ

Mάλιστα.

ΕΡΜΗΣ

Oὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα· ὥστε, ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ.

ΣΤΟΑ

Kαὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι.

ΔΙΚΗ

Tίς ὑπερέσχεν;

ΕΡΜΗΣ

Πάσαις ἡ Ἡδονή.

ΣΤΟΑ

Ἐφίημι ἐπὶ τὸν Δία.

ΔΙΚΗ

Τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει.

ΕΡΜΗΣ

23  Περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω.

ΑΡΕΤΗ

Προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν λέγειν· ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα.

ΤΡΥΦΗ

Οὐ μὲν οὖν, ἀλλ’ ἐμὲ τὴν Τρυφήν· ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων.

130