Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

τὰς τῶν λόγων πλεκτάνας, ἀνθρώπινα καὶ οὐ βλακώδη φρονήσας καὶ τὸν μὲν πόνον, ὅπερ ἐστί, πονηρόν, ἡδεῖαν δὲ τὴν ἡδονὴν οἰηθείς, ἀποκλείειν ἐχρῆν αὐτόν, ὥσπερ ἐκ ναυαγίου λιμένι προσνέοντα καὶ γαλήνης ἐπιθυμοῦντα συνωθοῦντας ἐπὶ κεφαλὴν εἰς τὸν πόνον, καὶ ἔκδοτον τὸν ἄθλιον παρέχειν ταῖς ἀπορίαις, καὶ ταῦτα ὥσπερ ἱκέτην ἐπὶ τὸν τοῦ Ἐλέου βωμὸν ἐπὶ τὴν Ἡδονὴν καταφεύγοντα, ἵνα τὴν πολυθρύλητον ἀρετὴν δηλαδὴ ἐπὶ τὸ ὄρθιον ἱδρῶτι πολλῷ ἀνελθὼν ἴδῃ κᾆτα δι’ ὅλου πονήσας τοῦ βίου εὐδαιμονήσῃ μετὰ τὸν βίον;

Καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς τὰ παρὰ τῆς Στοᾶς εἰδώς, εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμάσας εἵλετο; ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος. εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν, ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Ἄϊδος κυνῆν, εὖ οἶδ’ ὅτι μακρὰ

126