Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN

Μέθην, ἀλλ’ οἰκεῖον ἐμοὶ τὴν φύσιν, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα συναγωνιζομένης τῆς Ἡδονῆς, ἥπερ αὐτῇ τὰ πολλὰ ὑπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς ὑπολείπεσθαι. καὶ ἅ γε ὑπέρ ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε· περιῄει γὰρ ἕωθεν ὁ ἄθλιος ἐστεφανωμένος, κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης καί γέλως τοῖς ξένοις.

Επεὶ μέντοι γε παρ’ ἐμὲ ἧκεν, ἐγὼ μὲν ἔτυχον, ὥσπερ εἴωθα ποιεῖν, ἀναπεπταμένων τῶν θυρῶν πρὸς τοὺς παρόντας τῶν ἑταίρων λόγους τινὰς περὶ ἀρετῆς καὶ σωφροσύνης διεξιοῦσα· ὁ δὲ μετὰ τοῦ αὐλοῦ καὶ τῶν στεφάνων ἐπιστὰς τὰ μὲν πρῶτα ἐβόα καὶ συγχεῖν ἡμῶν ἐπειρᾶτο τὴν συνουσίαν ἐπιταράξας τῇ βοῇ· ἐπεὶ δὲ οὐδὲν ἡμεῖς ἐπεφροντίκειμεν αὐτοῦ, κατ’ ὀλίγον—οὐ γὰρ τέλεον ἦν διάβροχος τῇ Μέθῃ—ἀνένηφε πρὸς τοὺς λόγους καὶ ἀφῃρεῖτο τοὺς στεφάνους καὶ τὴν αὐλητρίδα κατεσιώπα καὶ ἐπὶ τῇ πορφυρίδι ᾐσχύνετο, καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἀνεγρόμενος ἑαυτόν τε ἑώρα ὅπως διέκειτο καὶ τοῦ πάλαι βίου κατεγίγνωσκεν. καὶ τὸ μὲν ἐρύθημα τὸ ἐκ τῆς Μέθης ἀπήνθει καὶ ἠφανίζετο, ἠρυθρία δὲ κατ’ αἰδῶ τῶν δρωμένων· καί τέλος ἀποδρὰς ὥσπερ εἶχεν ηὐτομόλησεν παρ’ ἐμέ, οὔτε ἐπικαλεσαμένης οὔτε βιασαμένης, ὡς αὕτη1 φησίν, ἐμοῦ, ἀλλ’ ἑκὼν αὐτὸς ἀμείνω ταῦτα εἶναι ὑπολαμβάνων.

1 αὕτη Fr.: αὐτή MSS.
118