Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN

στεφάνοις διηνθισμένος. καὶ ταῦτα ὅτι ἀληθῆ, μάρτυρες Ἀθηναῖοι ἅπαντες, οἳ μηδὲ πώποτε νήφοντα Πολέμωνα εἶδον. ἐπεὶ δὲ ὁ κακοδαίμων ἐπὶ τὰς τῆς Ἀκαδημείας θύρας ἐκώμασεν, ὥσπερ ἐπὶ πάντας εἰώθει, ἀνδραποδισαμένη αὐτὸν καὶ ἀπὸ τῶν χειρῶν τῆς Μέθης ἁρπάσασα μετὰ βίας καὶ πρὸς αὑτὴν ἀγαγοῦσα ὑδροποτεῖν τε κατηνάγκασεν καὶ νήφειν μετεδίδαξεν καὶ τοὺς στεφάνους περιέσπασεν καὶ δέον πίνειν κατακείμενον, ῥημάτια σκολιὰ καὶ δύστηνα καὶ πολλῆς φροντίδος ἀνάμεστα ἐπαίδευσεν· ὥστε ἀντὶ τοῦ τέως ἐπανθοῦντος αὐτῷ ἐρυθήματος ὠχρὸς ὁ1 ἄθλιος καὶ ῥικνὸς τὸ σῶμα γεγένηται, καὶ τὰς ᾠδὰς ἁπάσας ἀπομαθὼν ἄσιτος ἐνίοτε καὶ διψαλέος εἰς μέσην ἑσπέραν κάθηται ληρῶν ὁποῖα πολλὰ ἡ Ἀκαδήμεια ἐγὼ ληρεῖν διδάσκω. τό δὲ μέγιστον, ὅτι καὶ λοιδορεῖται τῇ Μέθῃ πρὸς ἐμοῦ ἐπαρθεὶς καὶ μυρία κακὰ διέξεισι περὶ αὐτῆς.

Εἴρηται σχεδὸν τὰ ὑπὲρ τῆς Μέθης. ἤδη καὶ ὑπὲρ ἐμαυτῆς ἐρῶ, καὶ τὸ ἀπὸ τούτου ἐμοὶ ῥευσάτω.

ΔΙΚΗ

Τί ἄρα πρὸς ταῦτα ἐρεῖ; πλὴν ἀλλ’ ἔγχει τὸ ἴσον ἐν τῷ μέρει.

ΑΚΑΔΗΜΕΙΑ

17  Οὑτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ὦ ἄνδρες δικασταί, ἡ συνήγορος εἴρηκεν ὑπὲρ τῆς Μέθης, ἢν2 δὲ κἀμοῦ μετ’ εὐνοίας ἀκούσητε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα.

Τὸν γὰρ Πολέμωνα τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν

1 ὁ du Soul; not in MSS.2 ἢν Fritzsche: εἰ MSS.
116