δικαστήρια καὶ αὐτὴ παρέσται τοῖς δικάζουσιν· οἱ δικασταὶ ἐξ ἁπάντων Ἀθηναίων· ὁ μισθὸς τριώβολον ἑκάστης δίκης· ἀριθμὸς τῶν δικαστῶν κατὰ λόγον τοῦ ἐγκλήματος. ὁπόσοι δὲ ἀποθέμενοι γραφὴν πρὶν εἰσελθεῖν ἀπέθανον, καὶ τούτους ὁ Αἰακὸς ἀναπεμψάτω. ἢν δέ τις ἄδικα δεδικάσθαι οἴηται, ἐφέσιμον ἀγωνιεῖται τὴν δίκην· ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία.
Βαβαὶ τοῦ θορύβου· ἡλίκον, ὦ Δίκη, ἀνεβόησαν, ὡς δὲ καὶ σπουδῇ συνθέουσιν ἕλκοντες ἀλλήλους πρὸς τὸ ἄναντες εὐθὺ τοῦ Ἀρείου πάγου. Καὶ ὁ Ἑρμῆς δὲ ἤδη πάρεστιν. ὥστε ὑμεῖς μὲν ἀμφὶ τὰς δίκας ἔχετε καὶ ἀποκληροῦτε καὶ διακρίνατε ὥσπερ ὑμῖν νόμος, ἐγὼ δὲ ἐπὶ τὸ σπήλαιον ἀπελθὼν συρίξομαί τι μέλος τῶν ἐρωτικῶν τὴν Ἠχὼ εἴωθα ἐπικερτομεῖν· ἀκροάσεων δὲ καὶ λόγων τῶν δικανικῶν ἅλις ἔχει μοι ὁσημέραι τῶν ἐν Ἀρείῳ πάγῳ δικαζομένων ἀκούοντι.
13 Ἄγε, ὦ Δίκη, προσκαλῶμεν.
Εὖ λέγεις. ἀθρόοι γοῦν, ὡς ὁρᾷς, προσίασι θορυβοῦντες, ὥσπερ οἱ σφῆκες περιβομβοῦντες τὴν ἄκραν.
Εἴληφά σε, ὦ κατάρατε.
Συκοφαντεῖς.
Δώσεις ποτὲ ἤδη τὴν δίκην.