Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN

σωπον ἐρυθριᾷ καὶ ὁ τράχηλος οἰδεῖ καὶ αἱ φλέβες ἐξανίστανται ὥσπερ τῶν αὐλητῶν ὁπόταν εἰς στενὸν τὸν αὐλὸν ἐμπνεῖν βιάζωνται. διαταράξαντες γοῦν τοὺς λόγους καὶ τὸ ἐξ ἀρχῆς ἐπισκοπούμενον συγχέαντες ἀπίασι λοιδορησάμενοι ἀλλήλοις οἱ πολλοί, τὸν ἱδρῶτα ἐκ τοῦ μετώπου ἀγκύλῳ τῷ δακτύλῳ ἀποξυόμενοι, καὶ οὗτος κρατεῖν ἔδοξεν ὃς ἂν μεγαλοφωνότερος αὐτῶν ᾖ καὶ θρασύτερος καὶ διαλυομένων ἀπέλθῃ ὕστερος. πλὴν ἀλλ’ ὅ γε λεὼς ὁ πολὺς τεθήπασιν αὐτούς, καὶ μάλιστα ὁπόσους μηδὲν τῶν ἀναγκαιοτέρων ἀσχολεῖ, καὶ παρεστᾶσι πρὸς τὸ θράσος καὶ τὴν βοὴν κεκηλημένοι. ἐμοὶ μὲν οὖν ἀλαζόνες τινὲς ἐδόκουν ἀπὸ τούτων καὶ ἠνιώμην ἐπὶ τῇ τοῦ πώγωνος ὁμοιότητι. εἰ δέ γε δημωφελές τι ἐνῆν τῇ βοῇ αὐτῶν καί τι ἀγαθὸν ἐκ τῶν ῥημάτων ἐκείνων ἀνεφύετο αὐτοῖς, οὐκ ἂν εἰπεῖν ἔχοιμι. πλὴν ἀλλ’ εἴ γε δεῖ μηδὲν ὑποστειλάμενον τἀληθὲς διηγήσασθαι—οἰκῶ γὰρ ἐπὶ σκοπῆς, ὡς ὁρᾷς—πολλοὺς αὐτῶν πολλάκις ἤδη ἐθεασάμην περὶ δείλην ὀψίαν—

ΔΙΚΗ

12  Ἐπίσχες, ὦ Πάν. οὐχ ὁ Ἑρμῆς σοι κηρύττειν ἔδοξεν;

ΠΑΝ

Πάνυ μὲν οὖν.

ΕΡΜΗΣ

Ἀκούετε λεῴ,1 ἀγορὰν δικῶν ἀγαθῇ τύχῃ καταστησόμεθα τήμερον Ἐλαφηβολιῶνος ἑβδόμῃ ἱσταμένου. ὁπόσοι γραφὰς ἀπήνεγκαν, ἥκειν εἰς Ἄρειον πάγον, ἔνθα ἡ Δίκη ἀποκληρώσει τὰ

1 λεῴ Dindorf, Cobet: λεώς MSS.
104