Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΖΕΥΣ

Οὐ πάντες, ὦ θύγατερ, μοχθηροί εἰσιν ἱκανὸν δὲ κἂν ἐνίοις τισὶν χρηστοῖς ἐντύχῃς. ἀλλ’ ἄπιτε ἤδη, ὡς κἂν ὀλίγαι τήμερον ἐκδικασθῶσιν.

ΕΡΜΗΣ

8  Προΐωμεν, ὦ Δίκη, ταύτῃ εὐθὺ τοῦ Σουνίου μικρὸν ὑπὸ τὸν Ὑμηττὸν ἐπὶ τὰ λαιὰ τῆς Πάρνηθος, ἔνθα αἱ δύο ἐκεῖναι ἄκραι· σὺ γὰρ ἔοικας ἐκλελῆσθαι πάλαι τὴν ὁδόν. ἀλλὰ τί δακρύεις καὶ σχετλιάζεις; μὴ δέδιθι· οὐκέθ’ ὅμοια τὰ ἐν τῷ βίῳ· τεθνᾶσιν ἐκεῖνοι πάντες οἱ Σκείρωνες καὶ Πιτυοκάμπται καὶ Βουσίριδες καὶ Φαλάριδες οὓς ἐδεδίεις τότε, νυνὶ δὲ Σοφία καὶ Ἀκαδήμεια καὶ Στοὰ κατέχουσι πάντα καὶ πανταχοῦ σε ζητοῦσιν καὶ περὶ σοῦ διαλέγονται, κεχηνότες εἴ ποθεν εἰς αὐτοὺς καταπτοῖο πάλιν.

ΔΙΚΗ

Σὺ γοῦν μοι τἀληθές, ὦ Ἑρμῆ, ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων ἒν τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ—καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις—ὁποῖοι γεγένηνται καὶ εἰ δυνατή μοι παρ’ αὐτοῖς ἡ μονή.

ΕΡΜΗΣ

Νὴ Δία, ἀδικοίην γὰρ ἂν πρὸς ἀδελφήν σε οὖσαν μὴ λέγων. οὐκ ὀλίγα πρὸς τῆς φιλοσοφίας


1 Lycabettus and the Acropolis. The promontory of Sunium is the most conspicuous landmark because Hermes

96