Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἀποδεδωκώς· παρὰ τοσοῦτον ὑπερέσχον οἱ κατήγοροι τἀναντία περὶ τῆς Ἀδικίας φιλοσοφοῦντες.

ΖΕΥΣ

6  Ξένα ἔτι τοῖς πολλοῖς τὰ τῆς φιλοσοφίας ἦν τότε, καὶ ὀλίγοι ἦσαν οἱ φιλοσοφοῦντες, ὥστε εἰκότως εἰς τὸν Ἄνυτον καὶ Μέλητον ἔρρεπεν τὰ δικαστήρια. τὸ δὲ νῦν εἶναι, οὐχ ὁρᾷς ὅσοι τρίβωνες καὶ βακτηρίαι καὶ πῆραι; καὶ ἁπανταχοῦ πώγων βαθὺς καὶ βιβλίον ἐν τῇ ἀριστερᾷ, καὶ πάντες ὑπὲρ σοῦ φιλοσοφοῦσι, μεστοὶ δὲ οἱ περίπατοι κατὰ ἴλας καὶ φάλαγγας ἀλλήλοις ἀπαντώντων, καὶ οὐδεὶς ὅστις οὐ τρόφιμος τῆς ἀρετῆς εἶναι δοκεῖν βούλεται. πολλοὶ γοῦν τὰς τέχνας ἀφέντες ἃς εἶχον τέως, ἐπὶ τὴν πήραν ᾁξαντες καὶ τὸ τριβώνιον, καὶ τὸ σῶμα πρὸς τὸν ἥλιον εἰς τὸ Αἰθιοπικὸν ἐπιχράναντες αὐτοσχέδιοι φιλόσοφοι ἐκ σκυτοτόμων ἢ τεκτόνων περινοστοῦσι σὲ καὶ τὴν σὴν ἀρετὴν ἐπαινοῦντες. ὥστε κατὰ τὴν παροιμίαν, ἀπορήσει φιλοσόφου.

ΔΙΚΗ

7  Καὶ μὴν οὗτοί με, ὦ Ζεῦ, δεδίττονται πρὸς ἀλλήλους ἐρίζοντες καὶ ἀγνωμονοῦντες ἐν αὐτοῖς οἷς περὶ ἐμοῦ διεξέρχονται. φασὶ δὲ καὶ τοὺς πλείστους αὐτῶν ἐν μὲν τοῖς λόγοις προσποιεῖσθαί με, ἐπὶ δὲ τῶν πραγμάτων μηδὲ τὸ παράπαν εἰς τὴν οἰκίαν παραδέχεσθαι, ἀλλὰ δήλους εἶναι ἀποκλείσοντας ἢν ἀφίκωμαί ποτε αὐτοῖς ἐπὶ τὰς θύρας· πάλαι γὰρ τὴν Ἀδικίαν προεπεξενῶσθαι αὐτοῖς.

94