Σελίδα:L142GreekLyricPoetryISapphoAlcaeus.djvu/53

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
LYRA GRAECA
ΤΕΡΠΑΝΔΡΟΥ


1. εἰς Δία

Clem. Al. Str. 6. 784 ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουμσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν Δώριον ὑμνούντι τὸν Δία ὦδέ πως·

Ζεῦ, πάντων ἀρχά,
πάντων ἁγῆτορ,
Ζεῦ, σοῖ πέμπω
ταύταν ὕμνων ἀρχάν.[1]


2. εἰς Ἀπόλλωνα

Suid. ἀμφιανακτίζειν· ᾄδειν τὸν Τερπάνδρου νόμον τὸν καλούμενον ὄρθιον, οὖ τὸ προοίμιον ταύτην τὴν ἀρχὴν εἶχεν·

Άμφί μοι αὗτε Ϝάναχθ’ ἑκατήβολον ἄειδ’, ὦ φρήν.[2]


3. εἰς Ἀπόλλωνα καὶ Μούσας

Keil An. Gram. 6. 6 [π. σπονδείου]· σπονδεῖος δ’ ἐκλήθη ἀπὸ τοῦ ῥυθμοῦ τοῦ ἐν ταῖς σπονδαῖς ἐπαυλομένου τε καὶ ἐπᾳδομένου, οἶον·

Σπένδωμεν ταῖς Μνάμας
παισὶν Μώσαις
καὶ τῷ Μωσάρχῳ
Λατοῦς υἱεῖ.

  1. ἁγήτορ: mss ἀγήτωρ, ἁγήτωρ
  2. αὖτε Herm: mss αὖτις, αὐτὸν, αὖ τὸνἄειδ’ ὦ Crus: mss ᾀδέτω, ἀειδέτω, ἀοιδέτω