Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/96

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ
XII. Εἰς Ἥραν

Ἥρην ἀείδω χρυσόθρονον ἣν τέκε Ῥείη,
ἀθανάτων βασίλειαν ὑπείροχον εἶδος ἔχουσαν
Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ. 5


XIII. Εἰς Δημήτραν

Δημήτηρ’ ἠΰκομον σεμνὴν θεὰν ἄρχομ’ ἀείδειν,
αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν.
Χαῖρε θεὰ καὶ τήνδε σάου πόλιν, ἄρχε δ’ ἀοιδῆς.


IX. Εἰς Μητέρα Θεῶν

Μητέρα μοι πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
ὕμνει Μοῦσα λίγεια Διὸς θυγάτηρ μεγάλοιο,
ᾗ κροτάλων τυπάνων τ’ ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν, ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων,
οὔρεά τ’ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. 5
Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ.