Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/88

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, 205
χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει
ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·
τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα.
καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα 210
ἵππους ἀρσίποδας, τοί τ’ ἀθανάτους φορέουσι.
τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
αὐτὰρ ἐπεὶ δὴ Ζηνὸς ὅ γ’ ἔκλυεν ἀγγελιάων 215
οὐκέτ’ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
γηθόσυνος δ’ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
ὣς δ’ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠὼς
ὑμετέρης γενεῆς ἐπιείκελον ἀθανάτοισι.
βῆ δ’ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα 220
ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα·
τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
νηπίη, οὐδ’ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
ἥβην αἰτῆσαι, ξῦσαί τ’ ἄπο γῆρας ὀλοιόν.
τὸν δ’ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, 225
Ἠοῖ τερπόμενος χρυσοθρόνῳ ἠριγενείῃ
ναῖε παρ’ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
τοῦ δ’ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, 230
αὐτὸν δ’ αὖτ’ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα
σίτῳ τ’ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
ἀλλ’ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν

72