Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/85

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ

ἔνθεν μ’ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·
πολλὰ δ’ ἔπ’ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
πολλὴν δ’ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους,
οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· 125
Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
κουριδίην ἄλοχον, σοὶ δ’ ἀγλαὰ τέκνα τεκεῖσθαι.
αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν ἦ τοι ὅ γ’ αὖτις
ἀθανάτων μετὰ φῦλ’ ἀπέβη κρατὺς Ἀργειφόντης·
αὐτὰρ ἐγώ σ’ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ’ ἀνάγκη. 130
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
ἀδμήτην μ’ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνὰ ἰδυίῃ
σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν· 135
οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ’ εἰκυῖα.
πέμψαι δ’ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
εἰπεῖν πατρί τ’ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
οἱ δέ κέ τοι χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντὴν
πέμψουσιν, σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. 140
ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα
τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
Ἀγχίσην δ’ ἔρος εἷλεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
Εἰ μὲν θνητή τ’ ἐσσί, γυνὴ δέ σε γείνατο μήτηρ, 145
Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ’ ἱκάνεις

69