ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη 65
σεύατ’ ἐπὶ Τροίης προλιποῦσ’ εὐώδεα Κύπρον,
ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
Ἴδην δ’ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
βῆ δ’ ἰθὺς σταθμοῖο δι’ οὔρεος· οἱ δὲ μετ’ αὐτὴν
σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες 70
ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
ἤϊσαν· ἡ δ’ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
καὶ τοῖς ἐν στήθεσσι βάλ’ ἵμερον· οἱ δ’ ἅμα πάντες
σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
αὐτὴ δ’ ἐς κλισίας εὐποιήτους ἀφίκανε· 75
τὸν δ’ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ’ ἄλλων
Ἀγχίσην ἥρωα θεῶν ἄπο κάλλος ἔχοντα.
οἱ δ’ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
πάντες, ὁ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ’ ἄλλων
πωλεῖτ’ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. 80
στῆ δ’ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
Ἀγχίσης δ’ ὁρόων ἐφράζετο θαύμαινέν τε
εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. 85
πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
εἶχε δ’ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς,
ὅρμοι δ’ ἀμφ’ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν
καλοὶ χρύσειοι παμποίκιλοι· ὡς δὲ σελήνη
στήθεσιν ἀμφ’ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· 90
Ἀγχίσην δ’ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/83
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ
67