ἐνθάδ’ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα
ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον, 540
ὕβρις θ’, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ’ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ’ ἀναγκαίῃ δεδμήσεσθ’ ἤματα πάντα.
εἴρηταί τοι πάντα, σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς καὶ Λητοῦς υἱέ· 545
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Ἑρμῆν ὕμνει Μοῦσα Διὸς καὶ Μαιάδος υἱόν,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα
νύμφη ἐϋπλόκαμος Διὸς ἐν φιλότητι μιγεῖσα,
αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθ’ ὅμιλον 5
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
νύμφῃ ἐΰπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
λήθων ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
ἀλλ’ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, 10
τῇ δ’ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
εἴς τε φόως ἄγαγεν, ἀρίσημά τε ἔργα τέτυκτο·
καὶ τότ’ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
ληϊστῆρ’, ἐλατῆρα βοῶν, ἡγήτορ' ὀνείρων,