καὶ σπεῖσαν μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
βάν ῥ’ ἴμεν· ἦρχε δ’ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
φόρμιγγ’ ἐν χείρεσσιν ἔχων ἐρατὸν κιθαρίζων 515
καλὰ καὶ ὕψι βιβάς· οἱ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον’ ἄειδον,
οἷοί τε Κρητῶν παιήονες οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ’ ἵκοντο 520
Παρνησὸν καὶ χῶρον ἐπήρατον ἔνθ’ ἄρ’ ἔμελλεν
οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·
δεῖξε δ’ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
τῶν δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 525
ὦ ἄν’ ἐπεὶ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·
πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ’ ἐπήρατος οὔτ’ εὐλείμων,
ὥς τ’ ἀπό τ’ εὖ ζώειν καὶ ἅμ’ ἀνθρώποισιν ὀπηδεῖν. 530
Τοὺς δ’ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·
νήπιοι ἄνθρωποι δυστλήμονες οἳ μελεδῶνας
βούλεσθ’ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
ῥηΐδιον ἔπος ὔμμ’ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
δεξιτερῇ μάλ’ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν 535
σφάζειν αἰεὶ μῆλα· τὰ δ’ ἄφθονα πάντα παρέσται,
ὅσσα τ’ ἐμοί κ’ ἀγάγωσι περικλυτὰ φῦλ’ ἀνθρώπων·
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ’ ἀνθρώπων
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/57
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ
41