Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/56

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

οὔ τι κακὰ φρονέων, ἀλλ’ ἐνθάδε πίονα νηὸν
ἕξετ’ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τ’ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. 485
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πείθεσθε τάχιστα·
ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
νῆα δ’ ἔπειτα θοὴν ἀν’ ἐπ’ ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθ’ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης,
καὶ βωμὸν ποιήσατ’ ἐπὶ ῥηγμῖνι θαλάσσης, 490
πῦρ ἐπικαίοντες ἐπί τ’ ἄλφιτα λευκὰ θύοντες·
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέϊ πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς 495
αὐτὸς δέλφιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ’ ἄρ’ ἔπειτα θοῇ παρὰ νηῒ μελαίνῃ,
καὶ σπεῖσαι μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
ἔρχεσθαί θ’ ἅμ’ ἐμοὶ καὶ ἰηπαιήον’ ἀείδειν 500
εἰς ὅ κε χῶρον ἵκησθον, ἵν’ ἕξετε πίονα νηόν.
Ὣς ἔφαθ’· οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο.
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες,
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, 505
ἐκ δ’ ἁλὸς ἤπειρον δὲ θοὴν ἀνὰ νῆ’ ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν,
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·
πῦρ δ’ ἐπικαίοντες ἐπί τ’ ἄλφιτα λευκὰ θύοντες
εὔχονθ’ ὡς ἐκέλευε παριστάμενοι περὶ βωμόν. 510
δόρπον ἔπειθ’ εἵλοντο θοῇ παρὰ νηῒ μελαίνῃ,

40