Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/55

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ

καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ὦ ξεῖνοι τίνες ἐστέ; πόθεν πλεῖθ’ ὑγρὰ κέλευθα;
ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε
οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοί τ’ ἀλόωνται
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες; 455
τίφθ’ οὕτως ἧσθον τετιηότες, οὐδ’ ἐπὶ γαῖαν
ἐκβῆτ’, οὐδὲ καθ’ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων
ὁππότ’ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας 460
σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
Ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
ξεῖν’, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
οὐ δέμας οὐδὲ φυήν, ἀλλ’ ἀθανάτοισι θεοῖσιν, 465
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον ὄφρ’ εὖ εἰδῶ·
τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ’ εἶναι· 470
νῦν δ’ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες
νόστου ἱέμενοι ἄλλην ὁδὸν ἄλλα κέλευθα·
ἀλλά τις ἀθανάτων δεῦρ’ ἤγαγεν οὐκ ἐθέλοντας.
Τοὺς δ’ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε 475
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ’ ὑπότροποι αὖτις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
ἔς τε φίλας ἀλόχους, ἀλλ’ ἐνθάδε πίονα νηὸν
ἕξετ’ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν·
εἰμὶ δ’ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ’ εὔχομαι εἶναι, 480
ὑμέας δ’ ἤγαγον ἐνθάδ’ ὑπὲρ μέγα λαῖτμα θαλάσσης

39