εὔτε Φερὰς ἐπέβαλλεν ἀγαλλομένη Διὸς οὔρῳ,
καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ’ ὄρος αἰπὺ πέφαντο,
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
ἀλλ’ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν, 430
καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων
ὅς τε διὲκ Πελοπόννησον πίειραν ἐέργει,
ἦλθ’ ἄνεμος Ζέφυρος μέγας αἴθριος ἐκ Διὸς αἴσης
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. 435
ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ’ ἠέλιόν τε
ἔπλεον, ἡγεμόνευε δ’ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
ἷξον δ’ ἐς Κρίσην εὐδείελον ἀμπελόεσσαν
ἐς λιμέν’, ἡ δ’ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
ἔνθ’ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων 440
ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δ’ ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο σέλας δ’ εἰς οὐρανὸν ἷκεν·
ἐς δ’ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
ἔνθ’ ἄρ’ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἱ δ’ ὀλόλυξαν 445
Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλ’ ἑκάστῳ.
ἔνθεν δ’ αὖτ’ ἐπὶ νῆα νόημ’ ὣς ἆλτο πέτεσθαι
ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε
πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους· 450
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/54
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ
38