ἀλλ’ ἥ γ’ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
ἀλλ’ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, 350
ἣ δ’ ἔτεκ’ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι
δεινόν τ’ ἀργαλέον τε Τυφάονα πῆμα βροτοῖσιν.
αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν, ἡ δ’ ὑπέδεκτο.
ὃς κακὰ πόλλ’ ἔρδεσκεν κατὰ κλυτὰ φῦλ’ ἀνθρώπων· 355
ὃς τῇ γ’ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ
πρίν γέ οἱ ἰὸν ἐφῆκεν ἄναξ ἑκάεργος Ἀπόλλων
καρτερόν· ἡ δ’ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ’ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
θεσπεσίη δ’ ἐνοπὴ γένετ’ ἄσπετος, ἡ δὲ καθ’ ὕλην 360
πυκνὰ μάλ’ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
φοινὸν ἀποπνείουσ’, ὁ δ’ ἐπηύξατο Φοῖβος Ἀπόλλων·
ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ,
οὐδὲ σύ γε ζωοῖσι κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες 365
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ’ οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ’ αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
Ὣς φάτ’ ἐπευχόμενος, τὴν δὲ σκότος ὄσσε κάλυψε. 370
τὴν δ’ αὐτοῦ κατέπυσ’ ἱερὸν μένος Ἠελίοιο,
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται, οἱ δὲ ἄνακτα
Πύθιον ἀγκαλέουσιν ἐπώνυμον οὕνεκα κεῖθι
αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/51
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ
35