ἀγχοῦ δὲ κρήνη καλλίρροος ἔνθα δράκαιναν 300
κτεῖνεν ἄναξ Διὸς υἱὸς ἀπὸ κρατεροῖο βιοῖο
ζατρεφέα μεγάλην τέρας ἄγριον, ἣ κακὰ πολλὰ
ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτοὺς
πολλὰ δὲ μῆλα ταναύποδ’ ἐπεὶ πέλε πῆμα δαφοινόν.
καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης 305
δεινόν τ’ ἀργαλέον τε Τυφάονα πῆμα βροτοῖσιν,
ὅν ποτ’ ἄρ’ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρὶ
ἡνίκ’ ἄρα Κρονίδης ἐρικυδέα γείνατ’ Ἀθήνην
ἐν κορυφῇ· ἡ δ’ αἶψα χολώσατο πότνια Ἥρη
ἠδὲ καὶ ἀγρομένοισι μετ’ ἀθανάτοισιν ἔειπε· 310
κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ’ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μ’ ἄλοχον ποιήσατο κέδν’ εἰδυῖαν·
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν· 315
αὐτὰρ ὅ γ’ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας ὃν τέκον αὐτὴ
ῥῖψ’ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέϊ πόντῳ·
ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν· 320
ὡς ὄφελ’ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
σχέτλιε ποικιλομῆτα τί νῦν μητίσεαι ἄλλο;
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/49
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ
33