Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/47

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ

στῆς δὲ μάλ’ ἄγχ’ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες·
Τελφοῦσ’ ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν 250
ἠδ’ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι· τοῖσιν δέ κ’ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα 255
Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·
Φοῖβε ἄναξ ἑκάεργε ἔπος τί τοι ἐν φρεσὶ θήσω,
ἐνθάδ’ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας· 260
ἀλλ’ ἔκ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
πημανέει σ’ αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τ’ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
ἅρματά τ’ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων 265
ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ’ ἐνεόντα.
ἀλλ’ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
ἐσσὶ ἄναξ ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον·
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
ἔνθ’ οὔθ’ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων 270
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν.
ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα

31