ἔνθεν δ’ Εὔριπον διαβὰς ἑκατηβόλ’ Ἄπολλον
βῆς ἄν’ ὄρος ζάθεον χλωρόν· τάχα δ’ ἷξες ἀπ’ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
Θήβης δ’ εἰσαφίκανες ἕδος καταειμένον ὕλη· 225
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ’ ἄρα πω τότε γ’ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ’ ἔχεν ὕλη.
ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ’ Ἄπολλον,
Ὀγχηστὸν δ’ ἷξες Ποσιδήϊον ἀγλαὸν ἄλσος· 230
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά, χαμαὶ δ’ ἐλατὴρ ἀγαθός περ
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἱ δὲ τέως μὲν
κείν’ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
εἰ δέ κεν ἅρματ’ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, 235
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·
ὣς γὰρ τὰ πρώτισθ’ ὁσίη γένεθ’· οἳ δὲ ἄνακτι
εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’ Ἄπολλον·
Κηφισσὸν δ’ ἄρ’ ἔπειτα κιχήσαο καλλιρέεθρον, 240
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ·
τὸν διαβὰς Ἑκάεργε καὶ Ὠκαλέην πολύπυργον
ἔνθεν ἄρ’ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
βῆς δ’ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. 245
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/46
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ
30