τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
ἡμεῖς δ’ ὑμέτερον κλέος οἴσομεν ὅσσον ἐπ’ αἶαν
ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας· 175
οἱ δ’ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
ὑμνέων ἀργυρότοξον ὃν ἠύκομος τέκε Λητώ.
ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
καὶ Μίλητον ἔχεις ἔναλον πόλιν ἱμερόεσσαν, 180
αὐτὸς δ’ αὖ Δήλοιο περικλύστοιο μέγ’ ἀνάσσεις.
εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ’ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ
χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. 185
ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς ὥστε νόημα
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ’ ὁμήγυριν ἄλλων·
αὐτίκα δ’ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·
Μοῦσαι μέν θ’ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
ὑμνεῦσίν ῥα θεῶν δῶρ’ ἄμβροτα ἠδ’ ἀνθρώπων 190
τλημοσύνας, ὅσ’ ἔχοντες ὑπ’ ἀθανάτοισι θεοῖσι
ζώουσ’ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ’ ἄκος καὶ γήραος ἄλκαρ·
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
Ἁρμονίη θ’ Ἥβη τε Διὸς θυγάτηρ τ’ Ἀφροδίτη 195
ὀρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·
τῇσι μὲν οὔτ’ αἰσχρὴ μεταμέλπεται οὔτ’ ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητὴ
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
ἐν δ’ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης 200
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/44
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ
28